Add parallel Print Page Options

19 Μετὰ ταῦτα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ λεγόντων· Ἁλληλουϊά· ἡ σωτηρία καὶ ἡ [a]δόξα καὶ ἡ δύναμις τοῦ θεοῦ ἡμῶν, ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ· ὅτι ἔκρινεν τὴν πόρνην τὴν μεγάλην ἥτις [b]ἔφθειρεν τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐξεδίκησεν τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς. καὶ δεύτερον [c]εἴρηκαν· Ἁλληλουϊά· καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. καὶ ἔπεσαν οἱ πρεσβύτεροι οἱ εἴκοσι τέσσαρες καὶ τὰ τέσσαρα ζῷα, καὶ προσεκύνησαν τῷ θεῷ τῷ καθημένῳ ἐπὶ [d]τῷ θρόνῳ λέγοντες· Ἀμήν, Ἁλληλουϊά.

Καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθεν λέγουσα· Αἰνεῖτε [e]τῷ θεῷ ἡμῶν, πάντες οἱ δοῦλοι αὐτοῦ, [f]καὶ οἱ φοβούμενοι αὐτόν, οἱ μικροὶ καὶ οἱ μεγάλοι. καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν, [g]λεγόντων· Ἁλληλουϊά, ὅτι ἐβασίλευσεν κύριος, ὁ [h]θεός, ὁ παντοκράτωρ.

Read full chapter

Footnotes

  1. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:1 δόξα καὶ ἡ δύναμις WH Treg NIV ] δύναμις καὶ ἡ δόξα RP
  2. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:2 ἔφθειρεν WH Treg NIV ] διέφθειρεν RP
  3. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:3 εἴρηκαν WH Treg NIV ] εἴρηκεν RP
  4. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:4 τῷ θρόνῳ WH Treg NIV ] τοῦ θρόνου RP
  5. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:5 τῷ θεῷ WH Treg NIV ] τὸν θεὸν RP
  6. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:5 καὶ Treg NIV RP ] – WH
  7. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:6 λεγόντων WH Treg NIV ] λέγοντες RP
  8. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 19:6 θεός Holmes WHmarg ] + ἡμῶν WH Treg NIV RP